Τρίτη, 3 Σεπτεμβρίου 2013

Mύθος και Αλήθεια




Gustave Dore, 1832-1883








The grasshopper and the ant

Ο τζίτζικας κι ο μέρμηγκας



Ο μύθος:




Χειμῶνος ὥρᾳ τὸν σῖτον βραχέντα οἱ μύρμηκες ἔψυχον. 

Τέττιξ δὲ λιμώττων ᾔτει αὐτοὺς τροφήν. 

Οἱ δὲ μύρμηκες εἶπον αὐτῷ· 

Διὰ τί τὸ θέρος οὐ συνῆγες καὶ σὺ τροφήν; 

Ὁ δὲ εἶπεν· 

Οὐκ ἐσχόλαζον, ἀλλ᾿ ᾖδον μουσικῶς. 

Οἱ δὲ γελάσαντες εἶπον· 

Ἀλλ᾿ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ. 



Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.



Δεύτερη εκδοχή:


Ὥρας δέ ποτε χειμῶνος τυγχανούσης,
μύρμηκες σῖτον ἡλίαζον βραχέντα.
Τέττιξ δὲ τούτους οὕτως ἰδὼν ποιοῦντας,
αὐτὸς λιμώττων καὶ μέλλων τεθνηκέναι,
δραμὼν παρ᾿ αὐτοὺς ἐδωδὴν ἐπεζήτει.
Τῶν δὲ φησάντων· Τῷ θέρει πῶς οὐκ ἔσχες,
ἀλλ᾿ ἐῤῥᾳθύμεις, καὶ προσαιτεῖς ἀρτίως;
τέττιξ ἀντεῖπεν· Ἀλλ᾿ ἐτερπόμην τότε,
αὐλῶν καὶ τέρπων ὅλους τοὺς ὁδοιπόρους.
Οἱ δὲ αὐτίκα ταῦτα ἀκηκοότες
ἐμειδίασαν καὶ πρὸς αὐτὸν ἐβόων·
Χειμῶνος ὀρχοῦ, εἴπερ ηὔλεις ἐν θέρει·
ἀλλ᾿ ἐν θέρει σὺ τὸν σῖτον ἀποτίθει
καὶ μὴ λυρίζων ἡδύνῃς ὁδοιπόρους.

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἢ ὀκνεῖν ἐπί τινος πράγματος, ἀλλὰ τὰ δέοντα ποιεῖν, μή πως ὀκνήσας κινδύνῳ περιπέσῃ.



[Ο τζίτζικας στη δεύτερη εκδοχή λέει πως τραγουδά τα καλοκαίρια προς τέρψη όλων των οδοιπόρων]



Και η αλήθεια: